Psalms 140

1
LXX: Psa.139:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.139:2
Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
2
LXX: Psa.139:3
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
3
LXX: Psa.139:4
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.
4
LXX: Psa.139:5
φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
5
LXX: Psa.139:6
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα.
6
LXX: Psa.139:7
εἶπα τῷ κυρίῳ Θεός μου. εἶ σύ· ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου
7
LXX: Psa.139:8
κύριε κύριε δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
8
LXX: Psa.139:9
μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. διάψαλμα.
9
LXX: Psa.139:10
κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
10
LXX: Psa.139:11
πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
11
LXX: Psa.139:12
ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
12
LXX: Psa.139:13
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων.
13
LXX: Psa.139:14
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Copyright information for LXX